Add parallel Print Page Options

10 Ἀνὴρ δέ [a]τις ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς, εὐσεβὴς καὶ φοβούμενος τὸν θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, [b]ποιῶν ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ θεοῦ διὰ παντός, εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ [c]περὶ ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ· Κορνήλιε. ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπεν· Τί ἐστιν, κύριε; εἶπεν δὲ αὐτῷ· Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον [d]ἔμπροσθεν τοῦ θεοῦ· καὶ νῦν πέμψον [e]ἄνδρας εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνά [f]τινα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν. ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν [g]αὐτῷ, φωνήσας δύο τῶν [h]οἰκετῶν καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ καὶ ἐξηγησάμενος [i]ἅπαντα αὐτοῖς ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην.

Read full chapter

Footnotes

  1. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 10:1 τις WH Treg NIV ] + ἦν RP
  2. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 10:2 ποιῶν WH Treg NIV ] + τε RP
  3. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 10:3 περὶ WH Treg NIV ] – RP
  4. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 10:4 ἔμπροσθεν WH Treg NIV ] ἐνώπιον RP
  5. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 10:5 ἄνδρας εἰς Ἰόππην WH Treg NIV ] εἰς Ἰόππην ἄνδρας RP
  6. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 10:5 τινα ὃς ἐπικαλεῖται Πέτρος WH Treg NIV ] τὸν ἐπικαλούμενον Πέτρον RP
  7. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 10:7 αὐτῷ WH Treg NIV ] τῷ Κορνηλίῳ RP
  8. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 10:7 οἰκετῶν WH Treg NIV ] + αὐτοῦ RP
  9. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 10:8 ἅπαντα αὐτοῖς WH Treg NIV ] αὐτοῖς ἅπαντα RP